Ἐγκύκλιος περὶ τοῦ νέου Μητροπολίτου Λαρίσης καὶ Πλαταμῶνος
Ἀριθμός Πρωτ. 3175.
Ε Γ Κ Υ Κ Λ Ι Ο Σ
Πρὸς ἅπαντα τὸν Ἱερὸν Κλῆρον
καὶ τὸν λαὸν τῆς Ἱερᾶς Μητροπόλεως Λαρίσης καὶ Πλαταμῶνος
Εὐλαβέστατοι Ἱερεῖς, τιμιώτατοι Ἐπίτροποι καὶ λοιποὶ πάντες εὐλογημένοι Χριστιανοὶ τῆς Ἱερᾶς Μητροπόλεως Λαρίσης καὶ Πλαταμῶνος, οἱ διακρατοῦντες τὰς ἱερὰς Παραδόσεις, χάρις εἴη ὑμῖν καὶ εἰρήνη παρὰ Θεοῦ, παρ’ ἡμῖν δὲ εὐχὴ καὶ εὐλογία.
Τοῦ Μακαριστοῦ Ποιμενάρχου ὑμῶν κυροῦ Ἀθανασίου, εἰς τὰς οὐρανίους μονὰς μεταστάντος, ὅ τε Μακαριώτατος Ἀρχιεπίσκοπος Ἀθηνῶν κ.κ. Καλλίνικος καὶ οἱ Σεβασμιώτατοι καὶ Θεοφιλέστατοι Ἀρχιερεῖς, οἱ συγκροτοῦντες τὴν Ἁγίαν καὶ Ἱερὰν Σύνοδον τῆς Ἐκκλησίας τῶν Γνησίων Ὀρθοδόξων Χριστιανῶν τῆς Ἑλλάδος, ἀξιοχρέως ἐποιήσαντο πρόνοιαν περὶ τῆς ἐκλογῆς καὶ ἀποκαταστάσεως καταλλήλου καὶ ἀξίου Ἱεράρχου, πρὸς ἀνάληψιν τῆς ἀρχιερατικῆς προστασίας καὶ ποιμαντικῆς ράβδου τῆς Ἱερᾶς Μητροπόλεως Λαρίσης καὶ Πλαταμῶνος.
Ψήφων τοίνυν κανονικῶν γενομένων, τὴν πρωΐαν τῆς 21ης Ἰανουαρίου ἐνεστῶτος ἔτους, εἰς τὸν Ἱερὸν Ναὸν Εὐαγγελισμοῦ τῆς Θεοτόκου Πειραιῶς (Δορυλαίου & Ἁλικαρνασσοῦ 2, Πειραιῶς) μετὰ τὴν τέλεσιν τῆς Θείας Λειτουργίας ὑπὸ τοῦ τοῦ τελευταίου κατὰ τὰ πρεσβεῖα Ἀρχιερέως Θεοφιλεστάτου Ἐπισκόπου Γαρδικίου κ. Κλήμεντος καὶ τὴν ἐπίκλησιν τῆς Χάριτος τοῦ Παναγίου Πνεύματος, ἐξελέγη ὁ ἀγαπητὸς ἡμῖν ἐν Χριστῷ ἀδελφὸς κ. Κλήμης, μέχρι τοῦδε Ἐπίσκοπος Γαρδικίου, ἀνὴρ κόσμιος καὶ ἱεροπρεπής, τὰ θεῖα καλῶς ἐξησκημένος, παιδείᾳ κεκοσμημένος ἐκκλησιαστικῇ τε καὶ θύραθεν, φρονήσει καὶ ἱκανότητι συγκεκροτημένος, ἔνθεον ζῆλον ἅμα τε καὶ πεῖραν ποιμαντικὴν κεκτημένος, δυνάμενος δὲ διὰ τοῦτο συντελέσαι εἰς τὴν αἰσίαν τῶν πάντων συγκρότησιν καὶ διευθέτησιν καὶ παγίωσιν· ὃς καὶ ἐκλεγεὶς ἀνεδείχθη γνήσιος καὶ κανονικὸς Ἐπίσκοπος τῆς Ἱερᾶς Μητροπόλεως τῶν Γνησίων Ὀρθοδόξων Χριστιανῶν Λαρίσης καὶ Πλαταμῶνος.
Ὅθεν, καὶ διὰ τοῦ παρόντος ἡμετέρου Συνοδικοῦ Γράμματος, κοινοποιοῦντες τοῦτο πᾶσιν ὑμῖν τοῖς ἐν τῇ Ἐπαρχίᾳ ταύτῃ εὐλογημένοις χριστιανοῖς καὶ ἐγκαρδίως συγχαίροντες, εὐχόμεθα καὶ εὐλογοῦμεν πατρικῶς καὶ παραγγέλλομεν ἐκκλησιαστικῶς, ὅπως τὸν ἐξονομασθέντα Σεβασμιώτατον Μητροπολίτην ὑμῶν Λαρίσης καὶ Πλαταμῶνος, ἀγαπητὸν ἡμῖν ἐν Χριστῷ ἀδελφὸν καὶ συλλειτουργὸν κ. Κλήμεντα, ἐρχόμενον νῦν ταῖς εὐχαῖς τῆς Ἱερᾶς Συνόδου, ὑποδέξησθε μετὰ τῆς ἀνηκούσης τῷ ἀρχιερατικῷ καὶ ποιμαντορικῷ αὐτοῦ χαρακτῆρι τιμῆς, ὡς γνήσιον καὶ νόμιμον ὑμῶν Ἀρχιερέα καὶ πνευματικὸν πατέρα καὶ ποιμένα, καὶ μνημονεύητε τοῦ κανονικοῦ αὐτοῦ ὀνόματος ὡς νενόμισται, ἐν πάσαις ταῖς ἱεραῖς τελεταῖς καὶ ἀκολουθίαις, πειθόμενοι καὶ ὑποτασσόμενοι ταῖς ἀρχιερατικαῖς αὐτοῦ συμβουλαῖς καὶ ὑποθήκαις, ὡς ἀφορώσαις εἰς τὴν ψυχικὴν ὑμῶν ὠφέλειαν καὶ σωτηρίαν καὶ εἰς τὴν ἀπαρέγκλιτον φυλακὴν τῶν πατρῴων δογμάτων καὶ παραδόσεων, συνεργαζόμενοί τε μετὰ τῆς αὐτοῦ Σεβασμιότητος ἐν ἀγάπῃ καὶ συμπνοίᾳ καὶ ἐν γένει συντελοῦντες φιλευσεβῶς εἰς τὴν πρόοδον καὶ προκοπὴν τῶν τῆς Ἱερᾶς ὑμῶν Μητροπόλεως ἐνοριακῶν καὶ λοιπῶν ἐκκλησιαστικῶν πραγμάτων. Γέγραπται γάρ: «Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει, καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με» (Λουκ. Ι’ 16) καὶ «Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε· αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν ὡς λόγον ἀποδώσοντες· ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσι καὶ μὴ στενάζοντες· ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο» (Ἑβρ. ΙΓ’ 17).
Προσεπιδαψιλεύοντες δὲ ἐπὶ τούτοις πᾶσιν ὑμῖν τὰς εὐχὰς καὶ εὐλογίας τῆς Ἱερᾶς ἡμῶν Συνόδου, εὐχόμεθα ὅπως ὁ Δοτὴρ παντὸς ἀγαθοῦ παρέχῃ ὑμῖν πάντοτε πλουσίας τὰς δωρεάς τε καὶ χάριτας Αὐτοῦ, οὗ ἡ χάρις καὶ τὸ ἄπειρον ἔλεος εἴη μετὰ πάντων ὑμῶν.
Ἐν ἔτει σωτηρίῳ ,ΒΚΒ’ τῇ κα’ Ἰανουαρίου
Η ΙΕΡΑ ΣΥΝΟΔΟΣ
Ὁ Ἀρχιεπίσκοπος
† Ὁ Ἀθηνῶν ΚΑΛΛΙΝΙΚΟΣ
Τὰ Μέλη
† Ὁ Εὐρίπου καὶ Εὐβοίας ΙΟΥΣΤΙΝΟΣ
† Ὁ Πειραιῶς καὶ Σαλαμῖνος ΓΕΡΟΝΤΙΟΣ
† Ὁ Ἀττικῆς καὶ Βοιωτίας ΧΡΥΣΟΣΤΟΜΟΣ
† Ὁ Θεσσαλονίκης ΓΡΗΓΟΡΙΟΣ
† Ὁ Δημητριάδος ΦΩΤΙΟΣ
† Ὁ Τορόντο ΜΩΫΣΗΣ
† Ὁ Ἀμερικῆς ΔΗΜΗΤΡΙΟΣ
† Ὁ Φιλίππων καὶ Μαρωνείας ΑΜΒΡΟΣΙΟΣ
† Ὁ Ὠρωποῦ καὶ Φυλῆς ΚΥΠΡΙΑΝΟΣ
† Ὁ Λαρίσης καὶ Πλαταμῶνος ΚΛΗΜΗΣ
† Ὁ Μεθώνης ΑΜΒΡΟΣΙΟΣ
† Ὁ Ἔτνα καὶ Πόρτλαντ ΑΥΞΕΝΤΙΟΣ
† Ὁ Βρεσθένης ΘΕΟΔΟΣΙΟΣ
† Ὁ Θεουπόλεως ΧΡΙΣΤΟΔΟΥΛΟΣ
† Ὁ Πελαγονίας ΜΑΞΙΜΟΣ
ΑΚΡΙΒΕΣ ΑΝΤΙΓΡΑΦΟΝ
Ὁ Ἀρχιγραμματεὺς
† Ὁ Δημητριάδος ΦΩΤΙΟΣ